Genius Translations
Sappho-fragment 16 (ελληνικό πρωτότυπο)
Verse 1
Ο]ἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
Οἰ δὲ νάων φαῖσ’ἐπ[ὶ] γᾶν μέλαι[ν]αν
Ἔ]μμεναι κάλλιστον, ἔγω δὲ κῆν’ ὄτ-
Τω τις ἔραται

Verse 2
Πά]γχυ δ’ εὔμαρες σύνετον πόησαι
Π]άντι τ[ο]ῦ̣τ’, ἀ γὰρ πόλυ περσκέ̣θ̣ο̣ι̣σ̣α
Κ̣άλ̣λο̣ς̣ [ἀνθ]ρώπων Ἐλένα [τὸ]ν ἄνδρα
Τ̣ὸν̣ [πανάρ]ι̣στον

Verse 3
Κ̣αλλ[ίποι]σ̣’ ἔβα ’ς Τροΐαν πλέοι̣[σα
Κωὐδ[ὲ πα]ῖδος οὐδὲ φίλων το[κ]ήων
Πάμ[παν] ἐμνάσθη, ἀλλὰ παράγ̣α̣γ̣’ α̣ὔταν
Σαν

Verse 4

Αμπτον γὰρ
Κούφως τ[ ]οησ[.]ν
Μ̣ε̣ νῦν Ἀνακτορί[ας ὀ]ν̣έ̣μναι-
Παρεοίσας·

Verse 5
Τᾶ]ς κε βολλοίμαν ἔρατόν τε βᾶμα
Κἀμάρυχμα λάμπρον ἴδην προσώπω
Ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι 3
Πεσδομ]άχεντας


Μεν οὐ δύνατον γένεσθαι
Ν ἀνθρωπ[. . . π]εδέχην δ’ ἄρασθαι


Τ’ ἐξ ἀδοκή[τω